Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: imdramas@otenet.gr

15/04/2019

15.04.2019 ΔΕΥΤΕΡΑ ΣΤ΄ΕΒΔΟΜΑΔΟΣ ΝΗΣΤΕΙΩΝ

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΖ', 1-41)


Ἐγένετο μετὰ τὸ γηράσαι τὸν Ἰσαάκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου, νῦν οὖν λάβε τὸ σκεῦος σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με. Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον, θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακώβ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον. Ἴδε, ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με· νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς· καὶ ποιήσω ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος, μήποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπ' ἐμαυτόν, κατάραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ αὐτῷ ἡ μήτηρ· Ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ἐπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Πορευθεὶς δέ, ἔλαβε, καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ, καὶ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ἐποίησεν ἡ ὁ πατήρ αὐτοῦ. Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, τὴν καλήν, ἣ ἦν παρ' αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπε· Πάτερ· ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, τίς εἶ σύ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, πεποίηκα καθὰ ἐλάλησάς μοι, ἀναστάς, κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῶ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὁ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· Ἐγγισόν μοι, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ! Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτόν, καὶ εἶπεν· Ἡ μὲν φωνή, φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ. Καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι. Καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπε· Σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· Ἐγώ. Καὶ εἶπε· Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. Καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε, καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· Ἐγγισόν μοι καὶ φίλησόν με τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου, ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας, καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν. Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ. τίς εἶ σὺ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς ἐστιν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε, καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. Ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν· Εὐλόγησον δὴ κᾀμέ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφὸς σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Καὶ εἶπε· Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἑπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ. Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· Εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ. Μὴ εὐλογία μία σοι ἐστι, πάτερ; εὐλόγησον δὴ κᾀμέ, πάτερ. Κατανυχθέντος δὲ Ἰσαάκ, ἀνεβόησε φωνῇ μεγάλῃ Ἡσαῦ, καὶ ἔκλαυσεν· Ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.

ΕΡΜΗΝΕΙΑ (Μητροπολίτου Γόρτυνος καί Μεγαλοπόλεως κ. Ἰερεμίου)

1.Καί ἀφοῦ γέρασε ὁ Ἰσαάκ καί τά μάτια του σκοτίστηκαν τόσο, ὥστε δέν ἔβλεπαν, ἐκάλεσε τόν Ἡσαῦ, τόν μεγαλύτερο υἱό του, καί τοῦ εἶπε: «Υἱέ μου»! «Ἐδῶ εἶμαι», ἀπάντησε ἐκεῖνος.

2.Καί εἶπε ὁ Ἰσαάκ: «Τώρα εἶμαι πιά γέροντας καί δέν γνωρίζω τήν ἡμέρα τοῦ θανάτου μου·

3.πάρε, λοιπόν, τά ὅπλα σου, τήν φαρέτρα σου καί τό τόξο σου καί πήγαινε στούς ἀγρούς καί φέρε μου θήραμα.

4.Ἔπειτα κάνε μου φαγητό, ὅπως μοῦ ἀρέσει, καί φέρε μου νά φάω, γιά νά σέ εὐλογήσω προτοῦ πεθάνω».

5.Ἡ Ρεβέκκα ὅμως ἄκουσε ὅταν μιλοῦσε ὁ Ἰσαάκ στόν υἱό του Ἡσαῦ. Ὁ δέ Ἡσαῦ πῆγε στούς ἀγρούς, γιά νά κυνηγήσει κυνήγι γιά τόν πατέρα του.

6.Τότε εἶπε ἡ Ρεβέκκα στόν Ἰακώβ, τόν μικρότεροα υἱό της: «Πρόσεξε· ἄκουσα τόν πατέρα σου νά μιλάει στόν ἀδερφό σου Ἡσαῦ καί νά λέει:

7.“Φέρε μου θήραμα καί κάνε μου φαγητό, γιά νά φάω καί νά σέ εὐλογήσω ἐνώπιον τοῦ Κυρίου προτοῦ νά πεθάνω”.

8.Τώρα, λοιπόν, υἱέ μου, ἄκουσέ με στήν συμβουλή πού σοῦ δίνω.

9.Πήγαινε τώρα στό ποίμνιο καί φέρε μου ἀπό ’κεῖ δύο ἐρίφια τρυφερά καί καλά, γιά νά τά κάνω ἐδέσματα στόν πατέρα σου, ὅπως τοῦ ἀρέσει.

10.Καί θά τά δώσεις στόν πατέρα σου νά φάει, γιά νά σέ εὐλογήσει προτοῦ νά πεθάνει».

11.Καί εἶπε ὁ Ἰακώβ στήν μητέρα του Ρεβέκκα: «Ὁ ἀδελφός μου Ἡσαῦ εἶναι δασύτριχος, ἐνῶ ἐγώ εἶμαι λεῖος.

12.Ἄν τυχόν μέ ψηλαφήσει ὁ πατέρας μου θά φανῶ σ’ αὐτόν ὡς ἀπατεώνας καί θά πάρω ἐπάνω μου κατάρα καί ὄχι εὐλογία».

13.«Ἄς ἔρθει ἐπάνω μου ἡ κατάρα σου, παιδί μου», τοῦ ἀπάντησε ἡ μητέρα του. «Μόνο ἄκουσε τήν συμβουλή μου καί πήγαινε νά μοῦ φέρεις (αὐτά)».

14.Πῆγε, λοιπόν, καί τά ἔλαβε καί τά ἔφερε στήν μητέρα του. Ἔκανε δέ ἡ μητέρα του φαγητά, ὅπως ἄρεσε στόν πατέρα του.

15.Καί ἀφοῦ ἔλαβε ἡ Ρεβέκκα τήν καλή στολή τοῦ Ἡσαῦ, τοῦ μεγαλύτερου υἱοῦ της, πού τήν εἶχε στό σπίτι, ἔντυσε μέ αὐ­τήν τόν Ἰακώβ, τόν νεώτερο υἱό της.

16.Καί μέ τά δέρματα τῶν ἐρίφων σκέπασε τά χέρια του καί τά γυμνά μέρη τοῦ λαιμοῦ του.

17.Καί παρέδωσε τά ἑδέσματα καί τούς ἄρτους, τούς ὁποίους εἶχε ἑτοιμάσει, στά χέρια τοῦ υἱοῦ της Ἰακώβ.

18.Τότε αὐτός πῆγε στόν πατέρα του καί εἶπε: «Πατέρα»! «Ἐδῶ εἶμαι», εἶπε ἐ­κεῖνος. «Ποιός εἶσαι, παιδί μου;».

19.Καί ὁ Ἰακώβ εἶπε στόν πατέρα του: «Εἶμαι ὁ Ἡσαῦ, τό πρωτότοκο παιδί σου· ἔκανα ὅ,τι μοῦ εἶπες. Σήκω, λοιπόν, κάθησε καί φάγε ἀπό τό κυνήγι μου, γιά νά μέ εὐλογήσει ἡ ψυχή σου».

20.Καί εἶπε ὁ Ἰσαάκ στόν υἱό του: «Πῶς μπόρεσες νά βρεῖς τόσο σύντομα, παιδί μου;». «Γιατί Κύριος ὁ Θεός σου τό ἔφερε στόν δρόμο μου», εἶπε αὐτός.

21.Καί εἶπε ὁ Ἰσαάκ στόν Ἰακώβ: «Πλησίασε, παιδί μου, γιά νά σέ ψηλαφήσω, νά δῶ ἄν ἐσύ εἶσαι ὁ υἱός μου Ἡσαῦ ἤ ὄχι».

22.Τότε πλησίασε ὁ Ἰακώβ στόν Ἰσαάκ τόν πατέρα του καί αὐτός τόν ψηλάφησε καί εἶπε: «Ἡ μέν φωνή, φωνή Ἰακώβ, τά δέ χέρια, χέρια Ἡσαῦ».

23.Δέν τόν ἀναγνώρισε, λοιπόν, γιατί τά χέρια του ἦταν δασύτριχα, ὅπως τά χέρια τοῦ ἀδελφοῦ του Ἡσαῦ. Καί τόν εὐλόγησε.

24.Καί εἶπε: «Ἐσύ εἶσαι, πραγματικά, ὁ υἱός μου Ἡσαῦ;». «Ἐγώ», ἀπάντησε ἐ­κεῖνος.

25.«Φέρε μου νά φάω ἀπό τό κυνήγι σου, παιδί μου, γιά νά σέ εὐλογήσει ἡ ψυχή μου». Καί τοῦ ἔφερε καί ἔφαγε· τοῦ ἔφερε δέ καί οἶνο καί ἤπιε.

26.Εἶπε δέ σ’ αὐτόν ὁ Ἰσαάκ ὁ πατέρας του: «Πλησίασέ με καί φίλησέ με, παιδί μου».

27.Καί πλησίασε καί τόν ἐφίλησε· ὀσφράνθηκε δέ (ὁ Ἰσαάκ) τήν ὀσμή τῶν ἐνδυμάτων του καί τόν εὐλόγησε λέγοντας: «Ἰδού ἡ ὀσμή τοῦ υἱοῦ μου εἶναι ὡς ὀσμή πλούσιου ἀγροῦ, τόν ὁποῖο εὐλόγησε ὁ Κύριος.

28.Εἴθε νά σοῦ δώσει ὁ Θεός ἀπό τήν δρόσο τοῦ οὐρανοῦ καί ἀπό τό πάχος τῆς γῆς καί ἀφθονία σίτου καί οἴνου.

29.Ἔθνη νά σοῦ δουλεύσουν καί ἄρχοντες νά σέ προσκυνήσουν. Νά εἶσαι κύριος τοῦ ἀδελφοῦ σου καί νά σέ προσκυνήσουν οἱ υἱοί τοῦ πατέρα σου. Καταραμένος νά εἶναι ὅποιος σέ καταριέται καί εὐλογημένος ὅποιος σέ εὐλογεῖ»!

30.Ἀφοῦ δέ ὁ Ἰσαάκ τελείωσε τήν εὐλογία του πρός τόν Ἰακώβ τόν υἱό του, μόλις ὁ Ἰακώβ ἔφυγε ἀπό τόν πατέρα του Ἰσαάκ, ὁ Ἡσαῦ ὁ ἀδελφός του ἐπέστρεψε ἀπό τό κυνήγι.

31.Ἔκανε δέ καί αὐτός ἐδέσματα καί τά ἔφερε στόν πατέρα του. «Ἄς σηκωθεῖ ὁ πατέρας μου», εἶπε στόν πατέρα του, «καί ἄς φάει ἀπό τό θήραμα τοῦ υἱοῦ του, γιά νά μέ εὐλογήσει ἡ ψυχή σου».

32.«Ποιός εἶσαι ἐσύ;», εἶπε σ’ αὐτόν ὁ πατέρας του Ἰσαάκ. «Εἶμαι ὁ υἱός σου», εἶπε αὐτός, «ὁ πρωτότοκός σου Ἡσαῦ».

33.Τότε ὁ Ἰσαάκ ἐξεπλάγη πολύ, πάρα πολύ καί εἶπε: «Ποιός, λοιπόν, ἦταν ἐκεῖνος πού κυνήγησε θήραμα καί μοῦ τό ἔφερε καί ἔφαγα ἀπό ὅλα, προτοῦ νά ἔρθεις, καί τόν εὐλόγησα; Καί θά εἶναι εὐλογημένος!»

34.Ὅταν ὁ Ἡσαῦ ἄκουσε τά λόγια τοῦ πατέρα του Ἰσαάκ, κραύγασε μέ φωνή μεγάλη καί πολύ θλιβερή καί εἶπε: «Ἀλλά εὐλόγησε καί μένα, πατέρα».

35.Ἐκεῖνος δέ τοῦ ἀπάντησε: «Ἦρθε ὁ ἀδελφός σου καί ἔλαβε τήν εὐλογία μέ δόλο».

36.Ὁ δέ (Ἡσαῦ) εἶπε: «Δίκαια ἐκλήθη τό ὄνομά του Ἰακώβ (ὑποσκελιστής)· γιατί τώρα μέ ὑποσκέλισε γιά δεύτερη φορά· πῆρε τά πρωτοτόκιά μου καί τώρα πῆρε καί τήν εὐλογία μου»! Καί εἶπε ἀκόμα ὁ Ἡσαῦ στόν πατέρα του: «Δέν φύλαξες εὐλογία καί γιά μένα, πατέρα;».

37.Καί ὁ Ἰσαάκ ἀπαντώντας στόν Ἡ­σαῦ τοῦ εἶπε: «Ἐφ’ ὅσον ἔκανα αὐτόν κύριό σου και ὅλους τούς ἀδελφούς του τούς ἔκανα δούλους του, καί προμήθευσα αὐτόν μέ σίτο καί οἶνο, τί μπορῶ πιά νά κάνω γιά σένα, παιδί μου;».

38.Καί ὁ Ἡσαῦ εἶπε στόν πατέρα του: «Δέν σοῦ ἀπόμεινε καμμιά εὐλογία, πατέρα; Εὐλόγησε, σέ παρακαλῶ, καί μένα, πατέρα». Καί συγκινήθηκε ὁ Ἰσαάκ. Ὁ δέ Ἡσαῦ ὕψωσε τήν φωνή του καί ἔκλαψε.

39.Καί τότε ὁ Ἰσαάκ, ὁ πατέρας του, εἶ­πε σ’ αὐτόν: «Μακρυά ἀπό τά εὔφορα μέρη τῆς γῆς θά εἶναι ἡ κατοικία σου, μακρυά ἀπό τήν δρόσο τοῦ οὐρανοῦ ἄνωθεν.

40.Θά ζεῖς μέ τό ξίφος σου καί θά γίνεις δοῦλος τοῦ ἀδελφοῦ σου. ἀλλά ὅταν ἀποστατήσεις, θά συντρίψεις τόν ζυγό του ἀπό τόν τράχηλό σου».

41.Ἔτσι ὁ Ἡσαῦ μισοῦσε τόν Ἰακώβ γιά τήν εὐλογία μέ τήν ὁποία τόν εὐλόγησε ὁ πατέρας του.


Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΘ', 16-25)


'Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται, ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ, κατὰ δὲ τὸ δόμα αὐτοῦ, ἀνταποδώσει αὐτῷ. Παίδευε υἱόν σου· οὕτω γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται, ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρεῖσσον δὲ πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης. Φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖ γνῶσις, ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. Λοιμοῦ μαστιγωμένου, ἄφρων πανουργότερος ἔσται, ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)

16.Ἐκεῖνος ὁ ὁποῖος φυλάττει τάς ἐντολάς τοῦ Θεοῦ, διατηρεῖ ἐπί μακρόν τήν ζωήν του καί προφυλάσσει τήν ψυχήν του. Ἐκεῖνος ὅμως πού ἀδιαφορεῖ διά τήν διαγωγήν του καί τόν τρόπον τῆς ζωῆς του, θά ἐξολοθρευθῆ.

17.Ὁποῖος ἐλεεῖ τόν πτωχόν δανείζει τόν Θεόν. Ἀνάλογα δέ μέ τήν ἐλεημοσύνην του θά λάβη καί ἐκ μέρους τοῦ Θεοῦ τήν ἀνταπόδοσιν.

18.Παιδαγώγει καί μόρφωνε τό παιδί σου μέ σύνεσιν, μέ στοργήν καί μέ αὐστηρότητα. Διότι ἔτσι θά ὑπάρξουν πολλαί καλαί ἐλπίδες προόδου καί ἐπιτυχίας του εἰς τήν ζωήν. Προτίμα τήν κατά Θεόν μόρφωσιν τοῦ παιδιοῦ σου, καί μή ἀλαζονεύεσαι δί' αὐτόν ἡ διά τήν περιουσίαν, τήν ὁποίαν τυχόν θά τοῦ ἀφήσης.

19.Ὁ κακόμυαλος ἄνθρωπος θά ὑποστῆ πολλάς τιμωρίας. Ἐάν δέ, σάν ἄλλη καταστρεπτική ἐπιδημία, σκορπίζη τό κακόν καί τήν συμφοράν, θά διακινδυνεύση νά χάση καί αὐτήν τήν ζωήν του.

20.Ἄκουε, παιδί μου, καί συμμορφώσου πρός τήν παιδαγωγίαν τοῦ πατρός σου, διά νά γίνης καί νά μείνης σοφός μέχρι τῶν γηρατείων σου.

21.Πολλοί καί διάφοροι καί παροδικοί λογισμοί καί σχέδια πλημμυρίζουν τήν καρδίαν τοῦ ἀνθρώπου. Ἀλλά ἡ βουλή τοῦ Κυρίου μένει πάντοτε ἡ ἴδια, ἀγαθή καί ὠφέλιμος.

22.Εἰς κάθε ἄνθρωπον ἡ ἐλεημοσύνη εἶναι καρπός ὠφέλιμος δί' αὐτόν τόν ἴδιον. Προτιμότερος καί καλύτερος εἶναι ὁ δίκαιος πτωχός ἀπό τόν ψεύστην πλούσιον.

23.Ὁ φόβος καί ἡ εὐλάβεια πρός τόν Κύριον ὁδηγεῖ τόν ἄνθρωπον εἰς τήν ἀληθινήν καί μακαρίαν ζωήν. Ἐκεῖνος ὅμως πού δέν φοβεῖται τόν Θεόν, θά κατοικήση εἰς τόπους, ὅπου δέν ὑπάρχει ἡ ἀληθινή γνῶσις ἀλλ' ἐπικρατεῖ τό σκότος τῆς πλάνης.

24.Ὁ ὀκνηρός, πού κρύβει καί σταυρώνει τά χέρια του στό στῆθος του ἀπό τεμπελιά, μέ αὐτά τά χέρια του δέν θά προσφέρη τροφήν στό στόμα του.

25.Ὅταν ὁ διεφθαρμένος καί ἐπιβλαβής εἰς τήν κοινωνίαν ἄνθρωπος τιμωρῆται μέ μαστιγία, καί αὐτός ἀκόμη ὁ ἀσύνετος βλέπων τήν τιμωρίαν γίνεται προσεκτικός. Ἐάν ἐλέγχης ἄνδρα συνετόν, θά ἀντιληφθῆ τό σφάλμα του καί θά διορθωθῆ.

 

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Ἡ Ἑορτή τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ 2019

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/09/2019]

Δεκαπενταύγουστος στήν Ἱερά Μονή Εἰκοσιφοινίσσης

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/08/2019]

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ ΑΝΑΚΟΙΝΩΣΗ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [30/07/2019]

ΣΑΡΑΝΤΑΛΕΙΤΟΥΡΓΟ Ι.Ν. ΑΓ ΕΙΡΗΝΗΣ ΔΡΑΜΑΣ

Ενοριακές Εκδηλώσεις [23/07/2019]

Θεία Λειτουργία μέ τούς κατασκηνωτές

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/07/2019]

Οἱ κατασκηνώσεις τῃς Ἱερᾶς μας Μητροπόλεως

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [13/07/2019]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΟΣ (κείμενο & ερμηνεία)

20.09.2019 ΠΑΡΑΣΚΕΥΗ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ ΕΠΙΣΤΟΛΩΝ

ΠΑΡΑΣΚΕΥΗ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  2:6-10 Ἀδελφοί, ἀπὸ τῶν δοκούντων εἶναί τι - ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι ... περισσότερα

ΕΥΑΓΓΕΛΙΟ (κείμενο & ερμηνεία)

20.09.2019 ΠΑΡΑΣΚΕΥΗ Α΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α΄ ΕΒΔΟΜΑΔΟΣ Ἐκ τοῦ κατὰ Λουκᾶν δ΄ 22 - 30 Τῷ καιρῷ ἐκείνῳ, ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς ... περισσότερα

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή 15 Σεπτεμβρίου 2019 (ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ)

Κυριακή 15 Σεπτεμβρίου 2019 (ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ) (Γαλ. β’ 16-20)             Ἡ Κυριακὴ μετὰ τὴν Ὕψωση τοῦ Τιμίου Σταυροῦ εἶναι πλημμυρισμένη πάντοτε ἀπὸ τὸ πανηγυρικὸ χρῶμα τῆς μεγάλης ἑορτῆς. Κατὰ συνέπεια καὶ ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

20.09.2019

20 Σεπτεμβρίου

 325 π.Χ.   Ο Ελληνικός Στόλος του Μ. ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications