Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: imdramas@otenet.gr

28/02/2020

28.02.2020 ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΤΥΡΙΝΗΣ

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα

(Κεφ Η' 7-17)

Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἰδού, ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ· Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους, ἐκ στόματος τῶν Προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφ' οὗ ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως, καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ, θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε λέγει Κύριος Παντοκράτωρ. Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς, ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτω παρατέταγμαι καὶ διανενόημαι, ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήμ, καὶ τῷ οἴκῳ Ἰούδα, θαρσεῖτε. Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος Παντοκράτωρ.

ΕΡΜΗΝΕΙΑ

7.   Αὐτά ἀκόμη λέγει ὁ Κύριος ὁ παντοκράτωρ· “νά ἐγώ θά σώσω καί θά σώζω τόν λαόν μου ἀπό ἀνατολῶν μέχρι δυσμῶν".

8.   Θά τόν ἐπαναφέρω καί θά τόν ἐγκαταστήσω εἰς τήν Ἱερουσαλήμ καί αὐτοί θά εἶναι λαός μου, ἐγώ δέ θά εἶμαι ὁ Θεός τῶν ἐν ἀληθεία καί δικαιοσύνη.

9.   Αὐτά λέγει Κύριος ὁ παντοκράτωρ ἄς ἀποκτήσουν ἰσχύν καί δύναμιν τά χέρια σας, ὑμῶν οἱ ὁποῖοι ἀκούετε κατά τάς ἡμέρας αὐτάς τούς λόγους τούτους διά τοῦ στόματος τῶν προφητῶν, ἀπό τήν ἡμέραν κατά τήν ὁποίαν ἐτέθησαν τά θεμέλια τοῦ ναοῦ τοῦ Κυρίου παντοκράτορος, διά νά ἀνοικοδομηθῆ τό θυσιαστήριόν του.

10.   Διότι πρό τῶν ἡμέρων ἐκείνων καμμία ἀμοιβή καί καμμία ὠφέλεια δέν ἐδιδετο στούς ἀνθρώπους καί τό ἡμερομίσθιον τῶν κτηνῶν ἦτο ἀνύπαρκτον. Λόγω δέ τῆς ἐχθρικῆς ἐπιβουλῆς καί ἀναταραχῆς, δέν ὑπῆρχεν εἰρήνη καί ἀσφάλεια διά τούς ἐξερχομένους ἀπό τήν πόλιν πρός τά εἰρηνικά τῶν ἔργα καί ἐπανερχομένους εἰς αὐτήν. Ἐγώ ἐξαπέλυσα ὅλους τούς ἀνθρώπους, τόν ἕνα ἐναντίον τοῦ ἄλλου διά τάς ἁμαρτίας των.

11.   Τώρα ὅμως, πού ἀνοικοδομεῖται ὁ ναός, δέν θά πράξω στούς ἀπομείναντας καί ἐπανελθόντας ἀπό τήν αἰχμαλωσίαν Ἰουδαίους τά ἴδια, τά ὁποία ἔκαμα κατά τάς προηγουμένας ἡμέρας λέγει Κύριος ὁ παντοκράτωρ.

12.   Ἀλλά θά φέρω καί θά ἐγκαταστήσω εἰρήνην. Ἡ ἄμπελος θά δώση τούς καρπούς της, καί ἡ ὕπαιθρος χώρα τά γεννήματά της, ὁ οὐρανός θά δώση στόν κατάλληλον καιρόν τήν βροχήν του. Θά δώσω ὅλα αὐτά κληρονομίαν στούς ἀπομείναντας καί στούς ἐκ τῆς αἰχμαλωσίας ἐπιστρέψαντας Ἰουδαίους.

13.   Καί ὅπως ἄλλοτε οἱ Ἰουδαῖοι καί οἱ Ἰσραηλίται κατά τήν αἰχμαλωσίαν μεταξύ τῶν ἐθνῶν εὐρίσκεσθε εἰς κατάραν, ἔτσι ἐγώ θά σᾶς σώσω καί θά εἶσθε ὑπό τήν εὐλογίαν μου. Παρέτε, λοιπόν, θάρρος καί ἄς δυναμώσουν τά χέρια σας διά τήν ἀνοικοδόμησιν τοῦ ναοῦ.

14.   Διότι αὐτά λέγει Κύριος ὁ παντοκράτωρ· ὅπως ἐσκέφθην καί ἀπεφάσισα νά σᾶς τιμωρήσω, διότι οἱ πατέρες σας μέ ἐξώργισαν, λέγει Κύριος ὁ παντοκράτωρ, καί δέν ἄλλαξα γνώμην,

15.   ἔτσι τώρα κατά τάς ἡμέρας αὐτάς εἶμαι ἕτοιμος καί ἔχω πάρει τήν ἀπόφασιν, νά κάμω τό καλόν εἰς τήν Ἱερουσαλήμ, στούς Ἰουδαίους. Ἔχετε λοιπόν θάρρος.

16.   Αὐτά εἶναι τά ἔργα, τά ὁποῖα σεῖς πρέπει νά κάμετε· νά λέγετε τήν ἀλήθειαν ὁ καθένας πρός τόν πλησίον του. Εἰς τά δικαστήρια, πού συνεδριάζουν εἰς τάς πύλας τῶν πόλεών σας, νά ἀποδίδετε ἐν ἀληθεία δικαιοσύνην, ἡ ὁποία καί φέρει εἰρήνην μεταξύ σας.

17.   Νά μή συλλογίζεσθε, ὁ καθένας εἰς τήν καρδίαν του, τήν κακίαν καί ἀδυναμίαν τοῦ πλησίον. Μή ἀγαπᾶτε τόν ψευδῆ ὅρκον, διότι ὅλα αὐτά τά ἐμίσησα καί τά μισῶ”  λέγει Κύριος ὁ παντοκράτωρ.

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Ὁ Ἀκάθιστος Ὕμνος στήν Ἱερά Μονή Εἰκοσιφοινίσσης

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [04/04/2020]

Σύναξις Ὁσίου Γεωργίου -Δ΄Κυριακή Νηστειῶν

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [29/03/2020]

Κυριακή τῆς Σταυροπροσκυνήσεως

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [23/03/2020]

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ. ΑΝΑΚΟΙΝΩΣΗ.

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [17/03/2020]

ΑΝΑΚΟΙΝΩΣΗ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/03/2020]

ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ 2020

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [09/03/2020]

ΟΜΙΛΙΑ Α ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ 2020

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [05/03/2020]

Α΄ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΣΥΓΧΩΡΗΣΕΩΣ 2020

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [01/03/2020]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΕΚ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

08.04.2020 ΤΕΤΑΡΤΗ ΣΤ΄ΕΒΔΟΜΑΔΟΣ ΝΗΣΤΕΙΩΝ

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓ', 25-30 ΜΕ', 1-16) Προσήνεγκαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν ... περισσότερα

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή 5 Ἀπριλίου 2020 (Ε’ ΝΗΣΤΕΙΩΝ - ΟΣΙΑΣ ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ)

   Κυριακή 5 Ἀπριλίου 2020 (Ε’ ΝΗΣΤΕΙΩΝ - ΟΣΙΑΣ ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ) (Μάρκ. ι’ 32-45)    Γιά τελευταία φορά ἀνέβαινε στα Ἰεροσόλυμαὁ Κύριος μέ τούς μαθητές του. Ἐκεῖνο τό Πάσχα δέν θά τό γιόρταζε ὅπως ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

08.04.2020

8 Απριλίου

1143          Ο Μανουήλ Α' Κομνηνός διαδέχεται στον ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications