Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: idiaiterodramas@gmail.com

23/03/2023

23.03.2023 ΠΕΜΠΤΗ Γ΄ΕΒΔΟΜΑΔΟΣ ΝΗΣΤΕΙΩΝ

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Ζ', 11 - Η', 3)

Ἐγένετο ἐν τῷ ἑξακοσιοστῷ ἔτει, ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. Καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μέτ' αὐτοῦ εἰς τὴν κιβωτόν, καὶ πάντα τὰ θηρία κατὰ γένος, καὶ πάντα τὰ κτήνη κατὰ γένος, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ γῆς κατὰ γένος, καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ, εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. Καὶ τὰ εἰσπορευόμενα, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, εἰσῆλθε, καθὰ ἐνετείλατο Κύριος ὁ Θεός τῷ Νῶε, καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος, τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. Καὶ ἀπέθανε πᾶσα σάρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν ὃ ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανε. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἑρπετῶν, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς, καὶ κατελείφθη Νῶε μόνος, καὶ οἱ μετ' αὐτοῦ, ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς, ἡμέρας ἑκατὸν πεντήκοντα. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ΄ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐνεδίδου τὸ ὕδωρ, πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ, μετὰ ἑκατόν πεντήκοντα ἡμέρας.

ΕΡΜΗΝΕΙΑ (Μητροπολίτου Γόρτυνος καί Μεγαλοπόλεως κ. Ἰερεμίου)

11.Στόν ἑξακοσιοστό χρόνο τῆς ζωῆς τοῦ Νῶε, τόν δεύτερο μήνα, στίς 27 τοῦ μηνός, αὐτή τήν ἡμέρα, ἔσπασαν ὅλες οἱ πηγές τῆς ἀβύσσου καί ἄνοιξαν οἱ καταρράκτες τοῦ οὐρανοῦ·

12.καί ἔπεφτε βροχή στήν γῆ γιά σαράντα μέρες καί σαράντα νύχτες.

13.Αὐτή τήν ἡμέρα μπῆκε ὁ Νῶε στήν κιβωτό καί μαζί του οἱ υἱοί του, ὁ Σήμ, ὁ Χάμ καί ὁ Ἰάφεθ, ἡ γυναίκα του καί οἱ τρεῖς γυναῖκες τῶν υἱῶν του·

14.καί ἀπό ὅλα τά εἴδη τῶν ζώων, χωριστά κατά τό γένος τους, ἀπό τά διάφορα εἴδη τῶν κτηνῶν καί ἀπό ὅλα τά ἑρπετά πού σέρνονται στήν γῆ καί ἀπό ὅλα τά εἴδη τῶν πτηνῶν,

15.εἰσῆλθαν στήν κιβωτό στόν Νῶε, ἀνά δύο, ἀρσενικό καί θηλυκό, ἀπό ὅλα τά ζῶα, πού μέσα τους ἔχουν πνοή ζωῆς.

16.Ὅπως ἀκριβῶς διέταξε ὁ Θεός τόν Νῶε μπῆκαν τά ζῶα∙ ἀρσενικό καί θηλυκό ἀπό ὅλα τά εἴδη. Καί ἔκλεισε Κύριος ὁ Θεός ἀπ’ ἔξω τήν κιβωτό.

17.Ἔγινε ὁ κατακλυσμός στήν γῆ γιά σαράντα μέρες καί σαράντα νύχτες· τά νερά αὐξήθηκαν πολύ καί σήκωσαν τήν κιβωτό καί τήν ὕψωσαν ἀπό τήν γῆ.

18.Καί τά νερά ὑψώνονταν καί αὐξάνονταν πολύ στήν γῆ· καί ἡ κιβωτός ἐπέπλεε ἐπάνω στά νερά.

19. Ὅλο καί ὑψώνονταν τά νερά στήν γῆ καί σκέπασαν ὅλα τά ψηλά βουνά, πού εἶναι κάτω ἀπό τόν οὐρανό.

20.Σέ δεκαπέντε πήχεις ὑψώθηκαν τά νερά καί σκέπασαν ὅλα τά ψηλά βουνά.

21.Καί πέθαναν ὅλες οἱ κινούμενες ὑπάρξεις τῆς γῆς: Τά πτηνά, τά κατοικίδια καί τά ἄγρια ζῶα, ὅλα τά ἑρπετά τῆς γῆς καί ὅλοι οἱ ἄνθρωποι·

22.ὅλα ὅσα εἶχαν πνοή ζωῆς, ὅσα ὑπῆρχαν στήν ξηρά, ὅλα πέθαναν.

23.Καί καταστράφηκε κάθε τι πού εἶναι ζωντανό ἐπάνω στήν γῆ· ἀπό τόν ἄνθρωπο μέχρι τά κτήνη καί τά ἑρπετά καί τά πτηνά τοῦ οὐρανοῦ, ὅλα ἐξαφανίστηκαν ἀπό τήν γῆ. Μόνον ὁ Νῶε ἀπέμεινε μέσα στήν κιβωτό καί ὅσα ἦταν μαζί του.

24.Τά νερά ὑψώνονταν στήν γῆ γιά ἑκατόν πενήντα μέρες.

1. «Θυμήθηκε» ὅμως ὁ Θεός τόν Νῶε κι ὅλα τά θηρία καί ὅλα τά κτήνη καί ὅλα τά πετεινά καί τά ἑρπετά πού ἕρπουν, ὅσα ἦταν μαζί του στήν κιβωτό∙ καί ἔκανε ὁ Θεός νά πνεύσει ἄνεμος στήν γῆ καί κόπασαν τά νερά.

2. Κλείστηκαν οἱ πηγές τῆς ἀβύσσου καί οἱ καταρράκτες τοῦ οὐρανοῦ καί σταμάτησε ἡ βροχή ἀπό τόν οὐρανό.

3. Καί συνεχῶς ὑποχωροῦσαν τά νερά ἀπό τήν γῆ καί ὅλο καί λιγόστευαν ὕστερα ἀπό τίς ἑκατόν πενῆντα ἡμέρες.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Ι', 1-22)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί, οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου, οὐ λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι. Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Μνήμη δικαίου μέτ' ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. Σοφός ἐν καρδίᾳ δέξεται ἐντολάς. Ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται, ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται, ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύψει φιλία. Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβή. Κτῆσις πλουσίων, πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν, πενία. Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν, ἁμαρτίας. Ὁδούς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰσιν. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. Χείλη δικαίων ἐπίστανται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)

1.Ὁ συνετός καί ἐνάρετος υἱός εὐφραίνει τόν πατέρα του. Ἐξ ἀντιθέτου τό ἄμυαλο καί ἄστοργο παιδί εἶναι λύπη καί πικρία διά τήν μητέρα του.

2.Οἱ θησαυροί, πού ἀπεκτήθησαν μέ παρανομίας, δέν ἔχουν νά ὠφελήσουν τίποτε τούς παρανόμους ἀνθρώπους. Ἐξ ἀντιθέτου ἡ ἐλεημοσύνη καί γενικώτερον ἡ ἀρετή θά σώση τόν ἄνθρωπον ἀπό τήν καταστροφήν καί τόν πνευματικόν θάνατον.

3.Ὁ Κύριος δέν θά ἐπιτρέψη νά πεθάνη ἀπό τήν πείναν ὁ δίκαιος. Τήν καλοζωΐαν ὅμως καί εὐημερίαν τῶν ἀσεβῶν θά τήν ἀναποδογυρίση καί θά τήν ἐξαφανίση.

4.Ἡ πτωχεία ἐξευτελίζει τόν ὀκνηρόν καί ράθυμον. Ἐξ ἀντιθέτου τά χέρια τῶν ἐργατικῶν ἀνθρώπων φέρουν πλούτη.

5.Ὁ φρόνιμος καί ἔξυπνος υἱός γνωρίζει νά προφυλάσσεται ἀπό τάς παγίδας τῆς ἁμαρτίας, ὅπως ἀπό τήν ἡλίασιν ἐν καιρῶ θέρους. Ὁ ἀσύνετος ὅμως καί παράνομος υἱός γίνεται δυστυχής καί ἄθλιος, σάν τό μαραμμένον φυτόν κατά τόν καιρόν τοῦ θερισμοῦ, τό ὁποῖον κατέστρεψεν ὁ καυστικός λίβας.

6.Ἡ εὐλογία τοῦ Θεοῦ πλουσία κατέρχεται εἰς τήν κεφαλήν τοῦ ἐναρέτου. Τό δέ στόμα τῶν ἀσεβῶν θά τό σκεπάση πρόωρα ἡ σιγή τοῦ θανάτου.

7.Ἡ ἀνάμνησις τῶν δικαίων συνοδεύεται πάντοτε ἀπό ἐπαίνους καί ἐγκώμια, ἐνῶ τό ὄνομα τοῦ ἀσεβοῦς θά σβήση διά παντός.

8.Ὁ κατά Θεόν παιδαγωγημένος καί μορφωμένος, ὁ σοφός, δέχεται συμβουλάς ἐκ μέρους τῶν ἄλλων. Ἐκεῖνος ὅμως πού ἔχει ἀπύλωτον καί ἀχαλίνωτον τό στόμα του καί λέγει πονηρά καί διεστραμμένα, θά καταφρονηθῆ ἀπό τούς ἄλλους.

9.Ὁποῖος πορεύεται μέ ἀθωότητα καί εὐθύτητα, προχωρεῖ μέ πεποίθησιν καί θάρρος, διότι δέν θά καταισχυνθῆ. Ἐξ ἀντιθέτου ἐκεῖνος, τοῦ ὁποίου οἱ δρόμοι τῆς ζωῆς εἶναι δόλιοι καί διεστραμμένοι, θά γίνη μίαν ἡμέραν γνωστός καί θά καταφρονηθῆ.

10.Ἐκεῖνος πού κάνει μέ τά μάτια του νοήματα συγκατανεύσεως, ἀνειλικρινῆ ὅμως καί δόλια, συσσωρεύει πικρίας καί λύπας στούς ἀνθρώπους. Ἐξ ἀντιθέτου ἐκεῖνος ὁ ὁποῖος ἐλέγχει φανερά καί μετά θάρρους, ἀποκαθιστᾶ εἰρήνην στόν ἴδιον τόν ἄνθρωπον καί στούς ἀνθρώπους μεταξύ των.

11.Εἰς τό χέρι τοῦ δικαίου ὑπάρχει ἡ πηγή τῆς ζωῆς, τῆς καλωσύνης καί τῆς ἀγάπης. Ἐξ ἀντιθέτου τό πονηρόν στόμα τοῦ ἀσεβοῦς θά τό σκεπάση ἡ ἀπώλεια καί ὁ ὄλεθρος.

12.Τό μῖσος προκαλεῖ καί δημιουργεῖ φιλονεικίας καί ἔριδας, ὅλους δέ ἐκείνους πού δέν φιλονεικοῦν, τούς στεγάζει καί τούς συνδέει φιλία καί ἀγάπη.

13.Ὅποιος βγάζει ἀπό τά χείλη του σοφούς κατά Θεόν λόγους, εἶναι σάν νά κτυπᾶ μέ ράβδον τόν ψυχικῶς ἀκαλλιέργητον ἄνθρωπον.

14.Οἱ πραγματικά σοφοί ἀποταμιεύουν καί κρύπτουν ἐντός των τήν γνῶσιν, διά νά τήν χρησιμοποιήσουν ἐκεῖ πού πρέπει, ἐνῶ τό στόμα τοῦ ἀπερίσκεπτου, πού ἐπιπολαίως πετάει τά λόγια του, ὁδηγεῖ εἰς πλήρη συντριβήν.

15.Ἡ περιουσία τῶν εὐσεβῶν πλουσίων μένει σταθερά ὡσάν τήν ὠχυρωμένην πόλιν, τούς ἀσεβεῖς ὅμως, καί ἄν πλουτήσουν, θά τούς συντρίψη ἐν τέλει ἡ φτώχεια.

16.Τά ἔργα τῶν δικαίων καθιστοῦν τήν ζωήν αὐτῶν τῶν ἰδίων καί τῶν ἄλλων εὐτυχισμένην, ἐνῶ οἱ καρποί τῶν ἀσεβῶν εἶναι αἱ ψυχοκτόνοι ἁμαρτίαι.

17.Ἡ κατά Θεόν διαπαιδαγώγησις καί μόρφωσις διατηρεῖ ὀρθάς τάς πορείας τῆς ζωῆς μας. Ἐξ ἀντιθέτου ἡ κακή ἀνατροφή, ἡ χωρίς ὑποδείξεις καί ἐλέγχους παιδαγωγία ὁδηγεῖ εἰς ὀλεθρίας πλάνας.

18.Καί ἄν ὑπάρχη κάποια ἐχθρότης εἰς τήν καρδίαν τῶν δικαίων ἀνθρώπων, τό στόμα των δέν τήν ἐκφράζει, ἀλλά τήν σκεπάζει. Ἐξ ἀντιθέτου αὐτοί, οἱ ὁποῖοι ἐκστομίζουν λόγους ὑβριστικούς, εἶναι ἀφρονέστατοι καί ἀνοητότατοι.

19.Ἀπό τήν πολυλογίαν δέν θά ξεφύγης τήν ἁμαρτίαν, ἐνῶ ἐάν προσέχης τά χείλη σου καί εἶσαι λιγοστός εἰς τά λόγια σου, θά φανῆς συνετός καί φρόνιμος.

20.Ἡ γλώσσα τοῦ δικαίου εἶναι καθαρά ὡσάν τόν ἄργυρον, πού ἔχει καθαρισθῆ διά τοῦ πυρός, ἐνῶ ἡ καρδία τοῦ ἀσεβοῦς εἶναι διεφθαρμένη καί θά ἐξαφανισθῆ.

21.Τά χείλη τῶν δικαίων γνωρίζουν νά ὁμιλοῦν δί' ὑψηλά καί σοφά νοήματα. Ἐνῶ οἱ ἁμαρτωλοί καί ἀσύνετοι πεθαίνουν μέσα εἰς τήν πνευματικήν των γυμνότητα καί πτωχείαν.

22.Ἡ εὐλογία τοῦ Κυρίου πλουσία κατέρχεται εἰς τήν κεφαλήν τοῦ δικαίου. Αὐτή τόν κάμνει πλούσιον καί χάρις εἰς αὐτήν δέν θά κατακυριεύση λύπη τήν καρδίαν του.



 

 

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Ε΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Δ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΣΥΝΑΞΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΝΕΟΥ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Γ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [01/04/2024]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΟΣ (κείμενο & ερμηνεία)

20.04.2024 ΣΑΒΒΑΤΟΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου  9:1-7 Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ... περισσότερα

ΕΥΑΓΓΕΛΙΟ (κείμενο & ερμηνεία)

20.04.2024 ΣΑΒΒΑΤΟΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

Ἐκ τοῦ κατὰ Λουκᾶν α΄ 39 - 49, 56 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς ... περισσότερα

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή Ε΄ Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας)

Κυριακή Ε΄ Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας) (Μάρκ. ι΄ 32-45) (21.4.2024)   Σήμερα, Πέμπτη Κυριακή τῶν Νηστειῶν, ἡ Ἐκκλησία μας προβάλλει τό παράδειγμα μετάνοιας μιᾶς γυναίκας, τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας. Ὁμιλοῦμε γιά ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

20.04.2024

20 Απριλίου

1453          Ο πλοίαρχος Φλαντανέλλας, διασπώντας τον τουρκικό ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications