Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: idiaiterodramas@gmail.com

26/02/2020

26.02.2020 ΤΕΤΑΡΤΗ ΤΗΣ ΤΥΡΙΝΗΣ

Προφητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα
(Κεφ Β' 12-26)


Τάδε λέγει Κύριος· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν, εἰ ἐπιστρέψει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιών, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ Ἱερεῖς, οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῶ αὐτοῦ· Ἰδού, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι. Καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ' ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρῶμος αὐτοῦ, ὅτι ἐμεγάλυνε Κύριος τὰ ἔργα αὐτοῦ, θάρσει ἡ γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι, θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. Καὶ τὰ τέκνα Σιὼν χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι ἔδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται οἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἥν ἐξαπέστειλα εἰς ὑμᾶς. Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ' ὑμῶν θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τοὺς αἰῶνας.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)                     

12.  Καί τώρα, λέγει πρός σᾶς Κύριος ὁ Θεός σας· ἐπιστρέψατε ἐν μετανοία πρός ἐμέ μέ ὅλην σας τήν καρδίαν, μέ νηστείαν, μέ θρήνους καί κοπετούς.

13. Σχίσατε τάς καρδίας ἀπό τόν πόνον τῆς μετανοίας καί τήν συναίσθησιν τῆς ἐνοχῆς σας, καί ὄχι τά ἐνδύματά σας. Ἐπιστρέψατε πρός Κύριον τόν Θεόν σας, διότι αὐτός εἶναι ἐλεήμων καί οἰκτίρμων, μακρόθυμος καί πολυέλεος, λυπούμενος διά τάς παρανομίας τῶν ἀνθρώπων καί μεταβάλλων γνώμην ὡς πρός τάς τιμωρίας τῶν ἁμαρτωλῶν.

14. Καί ποιός γνωρίζει, μήπως καί εἰς τήν περίστασιν αὐτήν ἀλλάξη γνώμην ὁ Κύριος, ἐπιστρέψη μέ στοργήν πρός σᾶς καί ἀποστείλη τήν εὐλογίαν τοῦ εἰς τήν χώραν μας, ὥστε νά προσφέρετε πρός Κύριον τόν Θεόν σας εὐπρόσδεκτον θυσίαν καί σπονδήν;

15. Σαλπίσατε μέ τήν ἱεράν σάλπιγγα εἰς τήν Σιῶν, ἀφιερώσατε ἡμέραν νηστείας, ἀναγγείλατε μέ τόν κήρυκα εὐλαβῆ λιτανείαν.

16. Συναθροίσατε τόν λαόν εἰς ἱεράν συγκέντρωσιν, ἐκλέξατε πρεσβυτέρους ὡς ἄρχοντάς σας, συγκεντρώσατε καί αὐτά ἀκόμη τά νήπια, πού θηλάζουν τούς μητρικούς μαστούς· ἄς ἐξέλθη ὁ νεόνυμφος ἀπό τόν νυμφικόν θάλαμον καί ἡ νεόνυμφος ἀπό τόν νυμφικόν κοιτώνα.

17. Γύρω ἀπό τήν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων θά κλαύσουν οἱ ἱερεῖς, οἱ λειτουργοί τοῦ Κυρίου, καί θά εἴπουν· “Σπλαγχνίσου καί λυπήσου, Κύριε, τόν λαόν σου καί μή παραδώσης τήν ἰδικήν σου κληρονομίαν στόν ἐξευτελισμόν αὐτόν, νά κυριαρχήσουν δηλαδή ἐπάνω εἰς αὐτήν εἰδωλολατρικοί λαοί, διά νά μή εἴπουν τά ἔθνη· Ποῦ εἶναι, λοιπόν, ὁ Θεός τῶν;”

18. Ὁ Κύριος μέ ἁγίαν καί θερμήν ἀγάπην ἠγάπησε τήν χώραν του καί ἐλυπήθη τόν λαόν του.

19. Ὁ Κύριος ἀπήντησεν εἰς τάς δεήσεις τοῦ λαοῦ του καί εἶπεν· “ἰδού ἐγώ θά στείλω πρός σᾶς πλουσίαν εὐφορίαν, σῖτον καί οἶνον καί ἔλαιον. Θά χορτάσετε ἀπό αὐτά καί δέν θά ἐπιτρέψω καταισχύνην καί ἐξευτελισμόν ἐκ μέρους τῶν εἰδωλολατρῶν.

20. Ἐγώ θά ἐκδιώξω ἐκ τῆς χώρας σᾶς τόν ἀπό βορρᾶ ἐπιδραμόντα ἐναντίον σας ἐχθρόν, θά τόν ἀπωθήσω εἰς περιοχήν ἄνυδρον καί ἄγονον, θά ἐξαφανίσω τά προπορευόμενα τμήματά του μέσα εἰς τήν Νεκράν Θάλασσαν, τά δέ ἀκολουθοῦντα τμήματα θά τά καταποντίσω εἰς τήν Μεσόγειον. Ἡ δυσωδία ἀπό τήν ἀποσύνθεσιν τῶν πτωμάτων του θά πλημμυρίση τόν ἀέρα. Καί ταῦτα, διότι ὑπερηφανεύθη διά τά κατορθώματά του”.

21. Ἔχε, λοιπόν, θάρρος χώρα τοῦ Ἰσραήλ, χαῖρε καί εὐφραίνου, διότι ὁ Κύριος μεγάλα καί θαυμαστά ἔργα ἔκαμε διά σέ.

22.  Καί σεῖς ἀκόμη τά ζῶα τῆς ὑπαίθρου πάρετε θάρρος, διότι αἵ ἔρημοι καί ξηραί πεδιάδες ἐβλάστησαν πλούσιον χόρτον, τά δένδρα ἐκαρποφόρησαν, ἡ συκῆ καί ἡ ἄμπελος ἔδωσαν τά προϊόντα των.

23. Τέκνα τῆς Ἱερουσαλήμ, χαρῆτε καί εὐφρανθῆτε διά τόν Θεόν σας, διότι σᾶς ἔδωκε τροφάς, ὅπως αὐτός ἔκρινεν. Αὐτός θά στείλη, ὅπως καί προηγουμένως, βροχήν πρώϊμον καί ὄψιμον, βροχήν στόν κατάλληλον καιρόν.

24. Θά γεμίσουν τά ἁλώνια σας ἀπό ἄφθονον σῖτον, θά ὑπερεκχειλίζουν τά κελλάρια σας ἀπό οἶνον καί ἔλαιον.

25. Θά ἀνταποδώσω εἰς σᾶς πλούσια τά προϊόντα ἀντί ἐκείνων τά ὁποία εἶχε κατά τά προηγούμενα ἔτη καταφάγει ἡ ἀκρίς καί ὁ βροῦχος, τό μεγάλο αὐτό στράτευμά μου, τό ὁποῖον ἐγώ ἔστειλα ἐναντίον σας πρός παιδαγωγικήν τιμωρίαν σας.

26. Θά φάγετε μέ τό παραπάνω, θά χορτάσετε καί θά δοξάσετε τό ὄνομα Κυρίου τοῦ Θεοῦ σας, ὁ ὁποῖος ἐπραγματοποίησε πρός σᾶς τά θαυμαστά αὐτά ἔργα. Ποτέ δέ στό μέλλον δέν θά καταισχυνθῆ ὁ λαός μου.

 

 


 

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Ε΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Δ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΣΥΝΑΞΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΝΕΟΥ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Γ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [01/04/2024]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή Ε΄ Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας)

Κυριακή Ε΄ Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας) (Μάρκ. ι΄ 32-45) (21.4.2024)   Σήμερα, Πέμπτη Κυριακή τῶν Νηστειῶν, ἡ Ἐκκλησία μας προβάλλει τό παράδειγμα μετάνοιας μιᾶς γυναίκας, τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας. Ὁμιλοῦμε γιά ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

19.04.2024

19 Απριλίου

1453          Τουρκικές θηριωδίες κατά των Ελλήνων στην ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications