Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: idiaiterodramas@gmail.com

19/04/2019

19.04.2019 ΠΑΡΑΣΚΕΥΗ ΣΤ΄ΕΒΔΟΜΑΔΟΣ ΝΗΣΤΕΙΩΝ

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΜΘ', 33 καί  Ν',1- 26)


Κατέπαυσεν Ἰακώβ, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν Ἰωσήφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσε πικρῶς ἐπ' αὐτῷ, καὶ ἐφίλησεν αὐτόν. Καὶ προσέταξεν, Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς, ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. Καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς, καὶ ἐπένθησεν αὐτόν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας. Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραώ, λέγων· Εἰ εὗρον χάριν ἐναντίον ὑμῖν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· ὁ πατὴρ μου ὥρκισέ με, πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων· Ἐν τῷ μνημείῳ, ὃ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις. Νῦν οὖν ἀναβάς, θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι. Εἶπον οὖν τῷ Φαραώ, κατὰ τὰ εἰρημένα ὑπὸ τοῦ Ἰωσήφ. Καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· Ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε. Καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ' αὐτοῦ πάντες οἱ παῖδες Φαραώ, καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι γῆς Αἰγύπτου, καὶ πᾶσα ἡ παροικία Ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ τὰ πρόβατα, καὶ τοὺς βόας ὑπελείποντο ἐν γῇ Γεσέμ. Καὶ συνανέβησαν μέτ' αὐτοῦ ἅρματα, καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν, καὶ ἰσχυρὸν σφόδρα, καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτάδ, καὶ εἶπον· Πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου. Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. Καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ, καθὼς ἐνετείλατο αὐτοῖς, καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναάν, καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου, παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ. Καὶ ὑπέστρεψεν Ἰωσήφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ. Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσήφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπον· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα αὐτῷ, καὶ παραγενόμενοι πρὸς Ἰωσήφ, εἶπον· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων. Οὕτως εἴπατε Ἰωσήφ. Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Καὶ ἔκλαυσεν Ἰωσήφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες πρὸς αὐτόν, εἶπον· ἴδε, ἡμεῖς σοι οἰκέται. Καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ, ὑμεῖς ἐβουλεύσασθε κατ' ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ ἵνα τραφῇ λαὸς πολύς. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε, ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν, καὶ παρεκάλεσεν αὐτούς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατόν δέκα. Καὶ εἶδεν Ἰωσὴφ Ἐφραὶμ παιδία, ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοὶς αὐτοῦ, λέγων· Ἐγὼ ἀποθνήσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. Καὶ ὥρκισεν Ἰωσήφ, τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν. Καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα, καὶ ἔθαψαν αὐτὸν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

ΕΡΜΗΝΕΙΑ (Μητροπολίτου Γόρτυνος καί Μεγαλοπόλεως κ. Ἰερεμίου)

33.Καί ἀφοῦ ὁ Ἰακώβ τελείωσε τίς ἐντολές του πρός τούς υἱούς του, ἔσυρε τά πόδια του πάνω στήν κλίνη καί πέθανε καί προσετέθη στόν λαό του.

1.Ὁ Ἰωσήφ τότε ἔπεσε στό πρόσωπο τοῦ πατέρα του, τόν ἔκλαψε καί τόν φίλησε.

2.Ἔπειτα ὁ Ἰωσήφ διέταξε τούς ταριχευτές, πού ἦταν στήν ὑπηρεσία του, νά βαλσαμώσουν τόν πατέρα του· καί βαλσάμωσαν οἱ ταριχευτές τόν Ἰσραήλ.

3.Καί χρειάστηκαν γι’ αὐτό σαράντα ἡμέρες· γιατί τόσος χρόνος χρειάζονταν γιά τήν βαλσάμωση· καί θρήνησαν αὐτόν οἱ Αἰγύπτιοι ἑβδομήντα ἡμέρες.

4.Καί ἀφοῦ πέρασαν οἱ ἡμέρες τοῦ πένθους, εἶπε ὁ Ἰωσήφ στούς παραστάτες τοῦ Φαραώ: «Ἄν βρῆκα χάρη σέ σᾶς, ἀναφέρετε γιά μένα στόν Φαραώ τά ἑξῆς:

5.“Ὁ πατέρας μου μέ ἔβαλε νά ὁρκισθῶ λέγοντας: “Πρέπει νά μέ θάψεις στό μνῆμα, τό ὁποῖο ἔσκαψα γιά τόν ἑαυτό μου στήν γῆ Χαναάν”. Τώρα, λοιπόν, ἄς ἀνεβῶ νά θάψω τόν πατέρα μου καί θά ἐπιστρέψω”».

6.Καί εἶπε ὁ Φαραώ στόν Ἰωσήφ: «Ἀνέβαινε καί θάψε τόν πατέρα σου, καθώς σέ ὅρκισε».

7.Καί ἀνέβηκε ὁ Ἰωσήφ νά θάψει τόν πατέρα του· καί μαζί του πῆγαν ὅλοι οἱ αὐλικοί Φαραώ, οἱ πρεσβύτεροι τοῦ οἴκου του καί ὅλοι οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου.

8.Καί ὁλόκληρη ἡ οἰκογένεια τοῦ Ἰωσήφ, οἱ ἀδελφοί του καί ἡ οἰκογένεια τοῦ πατέρα του· ἀλλά τίς οἰκογένειές τους καί τά πρόβατα καί τά βόδια ἄφησαν πίσω στήν περιοχή τῆς Γεσέμ.

9.Ἀνέβηκαν δέ μαζί του καί ἅρματα καί ἱππεῖς, ὥστε ἡ συνοδεία ἔγινε πολύ ἐπιβλητική.

10.Καί ἀφοῦ ἦρθαν στό ἀλώνι Ἀτάδ, τό ὁποῖο ἦταν πέρα ἀπό τόν Ἰορδάνη, ἔκαναν ἐκεῖ μεγάλο καί βαρύ κλαυθμό· ἐτήρησε δέ (ὁ Ἰωσήφ) πένθος ἑπτά ἡμερῶν γιά τόν πατέρα του.

11.Ὅταν οἱ κάτοικοι τοῦ τόπου, οἱ Χαναναῖοι, εἶδαν τό πένθος στό ἀλώνι Ἀτάδ, εἶπαν: «Μέγα πένθος εἶναι αὐτό γιά τούς Αἰγυπτίους». Γι’ αὐτό δόθηκε σ’ αὐτόν τό ὄνομα «Πένθος Αἰγύπτου», πού ἔγινε πέραν τοῦ Ἰορδάνου.

12.Καί ἔκαναν σ’ αὐτόν οἱ υἱοί του ἔτσι (ὅπως τούς εἶχε παραγγείλει).

13.Ἀφοῦ τόν μετέφεραν οἱ υἱοί του στήν γῆ Χαναάν, τόν ἔθαψαν στό σπήλαιο τό διπλό· τό σπήλαιο, πού ἀγόρασε ὁ Ἀβραάμ ἀπό τόν Ἐφρών τόν Χεττίτη, ἀπέναντι ἀπό τήν Μαμβρῆ, γιά νά ἔχει ὡς δικό του μνημεῖο.

14.Καί ἐπέστρεψε ὁ Ἰωσήφ στήν Αἴγυπτο μέ τούς ἀδελφούς του καί ὅλους ὅσοι ἀνέβηκαν μαζί του, γιά νά θάψουν τόν πατέρα του.

15.Ὅταν εἶδαν οἱ ἀδελφοί τοῦ Ἰωσήφ ὅτι πέθανε ὁ πατέρας τους, εἶπαν: «Ἴσως ὁ Ἰωσήφ μνησικακήσει ἐναντίον μας καί μᾶς ἀνταποδώσει μέ αὐστηρότητα ὅλα τά κακά, πού πράξαμε σ’ αὐτόν».

16.Ἦρθαν, λοιπόν, πρός τόν Ἰωσήφ καί τοῦ εἶπαν: «Προτοῦ νά ἀποθάνει ὁ πατέρας σου μᾶς ἔδωσε τήν ἑξῆς ἐντολή:

17.Νά πεῖτε στόν Ἰωσήφ· Συχώρεσε τό ἔγκλημα καί τό ἁμάρτημα τῶν ἀδελφῶν σου· γιατί σοῦ ἔκαναν κακό. Τώρα συχώρεσε τό ἔγκλημα τῶν δούλων τοῦ Θεοῦ τοῦ πατέρα σου». Καί ἔκλαψε ὁ Ἰωσήφ ὅταν αὐτοί μιλοῦσαν πρός αὐτόν.

18.Πῆγαν, λοιπόν, (οἱ ἀδελφοί του) σ’ αὐτόν καί εἶπαν: «Νά, ἐμεῖς εἴμαστε δοῦλοι σου».

19.Καί εἶπε ὁ Ἰωσήφ σ’ αὐτούς: «Μή φοβεῖσθε· γιατί εἶμαι ἄνθρωπος τοῦ Θεοῦ.

20.Σεῖς θελήσατε νά μοῦ κάνετε κακό· ὁ Θεός ὅμως προνόησε νά γίνει σέ μένα καλό, γιά νά κάνει ὅ,τι γίνεται στίς ἡμέρες μας καί νά τραφεῖ πολύς λαός».

21.«Μή φοβεῖσθε», τούς εἶπε· «ἐγώ θά φροντίσω γιά σᾶς καί τίς οἰκογένειές σας». Ἔτσι τούς παρηγόρησε καί μίλησε στήν καρδιά τους.

22.Καί ἔμεινε ὁ Ἰωσήφ στήν Αἴγυπτο, αὐτός καί οἱ ἀδελφοί του καί ὅλη ἡ οἰκογένεια τοῦ πατέρα του. Ἔζησε δέ ὁ Ἰωσήφ ἑκατόν δέκα ἔτη.

23.Καί εἶδε ὁ Ἰωσήφ τά παιδιά τοῦ Ἐφραίμ μέχρι τήν τρίτη γενεά· καί ἐπίσης οἱ υἱοί τοῦ Μαχείρ, τοῦ υἱοῦ τοῦ Μανασσῆ, γεννήθηκαν στά γόνατα τοῦ Ἰωσήφ.

24.Καί εἶπε ὁ Ἰωσήφ στούς ἀδελφούς του: «Ἐγώ πεθαίνω! Ἀλλ’ ὁ Θεός ὁπωσδήποτε θά σᾶς ἐπισκεφθεῖ καί θά σᾶς ἀνεβάσει ἀπό τήν γῆ αὐτή στήν γῆ τήν ὁποία μέ ὅρκο ὑποσχέθηκε στόν Ἀβραάμ, τόν Ἰσαάκ καί τόν Ἰακώβ».

25.Καί ὅρκισε ὁ Ἰωσήφ τούς υἱούς Ἰσραήλ λέγοντας: «Ὅταν ὁ Θεός θά σᾶς ἐπισκεφθεῖ, πρέπει νά λάβετε μαζί σας ἀπό ἐδῶ καί τά ὀστᾶ μου».

26.Καί πέθανε ὁ Ἰωσήφ σέ ἡλικία ἑκατόν δέκα ἐτῶν· καί τόν βαλσάμωσαν καί τόν ἔβαλαν σέ φέρετρο στήν Αἴγυπτο.
 

Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΑ', 8-31)


Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι, καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)

8. Παιδί μου ἄνοιγε τό στόμα σου, διά νά ἐκφράζη πάντοτε τόν λόγον τοῦ Θεοῦ. Κρίνε καί δίκαζε τούς πάντας ὀρθῶς καί δικαίως.

9. Ἄνοιγε τό στόμα σου, διά νά ἐκφράζη πάντοτε τόν λόγον τοῦ Θεοῦ. Κρίνε καί δίκαζε τούς πάντας ὀρθῶς καί δικαίως. Κάμε διάκρισιν τοῦ πτωχοῦ καί τοῦ ἀδυνάτου,οἱ ὁποῖοι ἔχουν ἀνάγκην προστάτου. 

Ἐγκώμιο τῆς ἐνάρετης γυναίκας

10. Γυναίκα νοικοκυράν καί δραστηρίαν ποιός θά ἠμπορέση νά βρῆ; Εἶναι ἀσυγκρίτος ἀνωτέρα καί ἀπό τούς πλέον πολύτιμους λίθους.

11. Εἰς αὐτήν ἔχει πεποίθησιν καί στηρίζεται μέ θάρρος ἡ καρδία τοῦ ἀνδρός της. Διότι αὐτή καί τό σπίτι της δέν πρόκειται νά στερηθοῦν ποτέ ἀπό ὑλικά ἀγαθά.

12. Καθ' ὅλον της τόν βίον ἐργάζεται διά τό καλόν του ἀνδρός της.

13. Ὑφαίνει νήματα μάλλινα καί λινά καί κατασκευάζει μέ τά ἴδια τῆς τά χέρια πράγματα χρήσιμα διά τό σπίτι.

14. Ὁμοιάζει μέ τό πλοῖον, τό ὁποῖον μεταφέρει ἐμπορεύματα ἀπό μακρυνάς περιοχάς. Ἔτσι καί αὐτή συγκεντρώνει τόν πλοῦτον της διά τό καλόν του σπιτιοῦ.

15. Ἐξυπνᾶ πολύ πρωϊ, νύχτα. Ἑτοιμάζει καί δίδει τροφάς στούς ἀνθρώπους τοῦ σπιτιοῦ της, κανονίζει δέ τά ἔργα τῶν ὑπηρετριῶν.

16. Ὅταν εὕρη κάποιο καλό χωράφι, τό ἀγοράζει καί μέ τούς κόπους τῶν χειρῶν της τό καλλιεργεῖ, τό φυτεύει, τό μεταβάλλει εἰς ἀγρόκτημα ἀποδοτικόν.

17. Ἀφοῦ ζώση, καλά τήν μέσην της, ἐργάζεται μέ τά χέρια της ἔντονα καί μέ ζῆλον στό ἔργον της.

18.Ἐδοκίμασε καί ἀπέκτησε προσωπικήν πείραν, ὅτι εἶναι καλόν νά ἐργάζεται κανείς. Διά τοῦτο καί ὁ λύχνος της δέν σβήνει καθ' ὅλον τό διάστημα τῆς νυκτός.

19. Ἁπλώνει τά χέρια της εἰς ὅλα, ὅσα συμφέρουν καί ἐξυπηρετοῦν τό σπίτι. Εἰδικώτερα τά χέρια της τά στηρίζει στό ἀδράχτι, τό ὁποῖον καί συνεχῶς ἐργάζεται.

20. Ἀλλά ἀνοίγει τά χέρια της καί ἀπλώχερα δίδει στούς πτωχούς. Δίδει στόν στερούμενον ἀπό τόν καρπόν τῶν χειρῶν της.

21. Ὁ σύζυγός της, ἐάν ἀπουσιάση ἐπί τί χρονικόν διάστημα, δέν ἀνησυχεῖ καί δέν μεριμνᾶ διά τά ἔργα καί τά πράγματα τοῦ σπιτιοῦ. Διότι ὅλοι οἱ ἐν τῷ οἴκω της εἶναι καλά ἐνδεδυμένοι.

22. Διπλάς χλαίνας ἔκαμε διά τόν σύζυγόν της. Λινά λευκά ἐνδύματα καί ἐνδύματα πορφυρά ἠτοίμασε διά τόν ἑαυτόν της.

23. Περίβλεπτος καί ἀξιοθαύμαστος γίνεται ὁ σύζυγός της εἰς τάς πύλας τῶν τειχῶν τῆς πόλεως, ὅταν παρακάθηται εἰς συνέδριον μέ τούς γεροντότερους ἄνδρας τῆς χώρας.

24. Αὐτή κατασκευάζει σινδόνας, τάς ὁποίας πωλεῖ στούς Φοίνικας. Κατασκευάζει καί ζώνας, τάς ὁποίας πωλεῖ στούς Χαναναίους.

25. Ἔτσι αὐτή μέ τήν ἐργασίαν καί τήν καλήν συμπεριφοράν της ἀποκτᾶ δύναμιν καί εὐπρεπῆ ἐμφάνισιν. Εὐφραίνεται ὅλας τάς ἡμέρας τῆς ζωῆς της καί πολύ περισσότερον θά εὐφρανθῆ κατά τάς ἡμέρας τῶν γηρατείων της.

26. Ἀνοίγει τό στόμα της, διά νά ὁμιλῆ πάντοτε μετά προσοχῆς, σύμφωνα μέ τόν νόμον τοῦ Θεοῦ· ἔχει θέσει τάξιν εἰς τά λόγια τοῦ στόματός της.

27. Τό σπίτι της εἶναι στεγνό, χωρίς ὑγρασίαν καί σταλάγματα τῆς βροχῆς· εἶναι ἀναπαυτικό. Ψωμί ὀκνηρίας καί τεμπελιᾶς δέν ἔφαγε ποτέ.

28. Ἀνοίγει τό στόμα της καί ὁμιλεῖ μέ σοφίαν καί σύνεσιν, σύμφωνα μέ τούς θείους καί ἀνθρωπίνους νόμους. Εὐλογήθηκε ἀπό τόν Θεόν ἡ φιλανθρωπία καί ἡ καλωσύνη της. Καί χάρις εἰς τήν εὐλογίαν τοῦ Κυρίου ἀνέστησε τά τέκνα της. Αὐτά ἐπλούτησαν καί ὁ σύζυγός της τήν ἐπήνεσε καί τῆς εἶπε·

29.“Ὤ σύντροφε τῆς ζωῆς μου, πολλαί γυναῖκες ἀπέκτησαν πλοῦτον μέ τήν ἱκανότητα των, πολλαί ἀπέκτησαν δύναμιν μέσα εἰς τήν κοινωνίαν, σύ ὅμως ἔχεις ξεπεράσει ὅλας”.

30. Αἱ φιλαρέσκειαι τῆς γυναικός εἶναι ψεύτικα πράγματα καί τό κάλλος της εἶναι προσωρινόν καί παροδικόν. Διότι μόνον ἡ συνετή καί φρόνιμος γυναίκα εὐλογεῖται ἀπό τόν Θεόν. Ἄς ὑμνεῖ δέ αὐτή καί ἄς δοξάζη τόν φόβον τοῦ Κυρίου.

31. Ἐπαινέσατε καί σεῖς μίαν τέτοιαν δραστηρίαν καί σοφήν γυναίκα. Δίκαιον εἶναι καί ὁ σύζυγός της νά ἐγκωμιάζεται δι' αὐτήν εἰς τάς πύλας τῶν τειχῶν τῆς πόλεως, ὅπου γίνονται αἱ συγκεντρώσεις.

 

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Ο Μητροπολίτης Δράμας Δωρόθεος στο Φανάρι

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [22/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Ε΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Δ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΣΥΝΑΞΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΝΕΟΥ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή τῶν Βαΐων

Κυριακή τῶν Βαΐων (Ἰωάν. ιβ΄ 1-18) (28.4.2024)   Ἀπό προχθές τήν Παρασκευή τελείωσε ἡ περίοδος τῆς Μεγάλης Σαρακοστῆς, ἡ ὁποία ἀποτελεῖ πνευματική προετοιμασία γιά τό Ἅγιο Πάσχα. Μεσολαβεῖ ἕνα διήμερο, τό ΣαββατοΚύριακο, τό ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

23.04.2024

23 Απριλίου

 971           Νίκη του Στρατού μας υπό τον ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications