Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: idiaiterodramas@gmail.com

15/03/2019

15.03.2019 ΠΑΡΑΣΚΕΥΗ Α΄ΕΒΔΟΜΑΔΟΣ ΝΗΣΤΕΙΩΝ

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κέφ. Β', 20 - Γ', 20)

Ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθός, ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τήν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σάρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται Γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἦσαν οἱ δύο γυμνοἰ, ὅτε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο, ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός· οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ φαγώμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ Παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ, ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾖ δ' ἂν ἡμέρα φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοὶς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἡ γυνὴ ἀπὸ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔφαγον. Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτόῖς περιζώματα. Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ Παραδείσῳ το δειλινόν, καὶ ἐκρύβησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ Παραδείσου. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδάμ, καὶ εἶπεν αὐτῷ· Ἀδάμ, ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ· Τῆς φωνῆς σου ἤκουσα, περιπατοῦντος ἐν τῷ Παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνον μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Καὶ εἶπεν ὁ Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή, ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος εἶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς, ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς, αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτὸς σου κυριεύσει· τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ, ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.

ΕΡΜΗΝΕΙΑ (Μητροπολίτου Γόρτυνος καί Μεγαλοπόλεως κ. Ἰερεμίου)

20. Ἔδωσε ὀνόματα ὁ Ἀδάμ σ’ ὅλα τά κτήνη καί σ’ ὅλα τά πετεινά τοῦ οὐρανοῦ καί σ’ ὅλα τά ζῶα τοῦ ἀγροῦ. Στόν Ἀδάμ ὅμως δέν βρέθηκε βοηθός ὅμοιος μέ αὐτόν.

21. Καί ὁ Θεός προξένησε βαθύ ὕπνο σ’ αὐτόν καί κοιμήθηκε∙ καί ἔλαβε μία ἀπό τίς πλευρές του καί ἀναπλήρωσε  μέ σάρκα τόν τόπο της∙

22. καί τήν πλευρά πού ἔλαβε ὁ Θεός ἀπό τόν Ἀδάμ τήν ἔκανε γυναίκα καί τήν ἔφερε στόν Ἀδάμ.

23. Τότε ὁ Ἀδάμ εἶπε: «Αὐτή τώρα εἶναι κόκκαλο ἀπό τά κόκκαλά μου καί σάρκα ἀπό τήν σάρκα μου∙ αὐτή θά ὀνομαστεῖ γυναίκα (ἀνδρίδα), γιατί βγῆκε ἀπό τόν ἀνδρα∙

24. γι’ αὐτό θά ἐγκαταλείψει ὁ ἄνθρωπος τόν πατέρα του καί τήν μητέρα του καί θά προσκολληθεῖ στήν γυναίκα τού∙ καί αὐτοί θά εἶναι μία σάρκα.

25. Καί ἦταν καί οἱ δύο γυμνοί, καί ὁ Ἀδάμ καί ἡ γυναίκα του, ἀλλά δέν ἐντρέποντο.

ΚΕΦΑΛΑΙΟΝ Γ΄

1. Ὁ δέ ὄφις ἦταν τό εὐφυέστερο ἀπό ὅλα τά θηρία τῆς γῆς, πού ἔπλασε ὁ Κύριος ὁ Θεός. Καί εἶπε ὁ ὄφις στήν γυναίκα: «Πραγματικά, σᾶς εἶπε ὁ Θεός νά μή φᾶτε ἀπό κάθε δένδρο τοῦ παραδείσου;»

2. Καί ἡ γυναίκα ἀπάντησε στόν ὄφι: «Μποροῦμε νά φᾶμε ἀπό τούς καρπούς τῶν δένδρων τοῦ παραδείσου∙

3. ἀπό τόν καρπό ὅμως τοῦ δένδρου, πού εἶναι στό μέσον του παραδείσου, εἶπε ὁ Θεός “μή φᾶτε ἀπ’ αὐτόν, οὔτε νά τόν ἀγγίξετε, γιατί θά πεθάνετε”».

4. Καί εἶπε ὁ ὄφις στήν γυναίκα: «Καθόλου δέν θά πεθάνετε!

5. Ξέρει ὁ Θεός ὅτι τήν ἡμέρα, πού θά φᾶτε ἀπ’ αὐτόν θά ἀνοιχτοῦν τά μάτια σας καί θά εἶστε σάν θεοί, γνωρίζοντες τό καλό καί τό κακό».

6. Τότε ἡ γυναίκα κοίταξε τό δένδρο καί εἶδε ὅτι εἶναι καλό γιά νά φάει ἀπό αὐτό καί ὡραῖο στήν θέα του καί ἀκόμα ὅτι εἶναι ἐπιθυμητό, γιά νά λάβει γνώση. Καί ἀφοῦ πῆρε ἀπό τόν καρπό του, ἔφαγε∙ καί ἀκόμα ἔδωσε καί στόν ἄνδρα της, πού ἦταν μαζί της, καί ἔφαγαν.

7. Τότε ἄνοιξαν τά μάτια καί τῶν δύο καί εἶδαν ὅτι ἦταν γυμνοί∙ καί ἀφοῦ ἔρραψαν φύλλα συκιᾶς ἔκαναν περιζώματα  γι΄  αὐτούς.

8. Καί ἄκουσαν τήν φωνή τοῦ Κυρίου τοῦ Θεοῦ, πού περπατοῦσε στόν παράδεισο κατά τό δειλινό∙ καί κρύφτηκαν καί ὁ Ἀδάμ καί ἡ γυναίκα του ἀπό τό πρόσωπο τοῦ Κυρίου τοῦ Θεοῦ μεταξύ τῶν δένδρων τοῦ παραδείσου.

9. Ἐκάλεσε δέ ὁ Κύριος ὁ Θεός τόν Ἀδάμ καί τοῦ εἶπε: «Ἀδάμ, ποῦ εἶσαι;»

10. Καί αὐτός ἀπάντησε: «Ἄκουσα τήν φωνή σου, καθώς περπατοῦσες στόν παράδεισο, καί φοβήθηκα, γιατί εἶμαι γυμνός, καί κρύφτηκα».∙

11. Καί εἶπε σ’ αὐτόν ὁ Θεός: «Ποιός σου εἶπε ὅτι εἶσαι γυμνός; Μήπως ἔφαγες ἀπό τό δένδρο ἀπό τό ὁποῖο μόνο σέ διέταξα νά μή φᾶς;».

12. Καί εἶπε ὁ Ἀδάμ: «Ἡ γυναίκα, πού μου ἔδωσες νά εἶναι μαζί μου, αὐτή μοῦ  ἔδωσε ἀπό τό δένδρο καί ἔφαγα».

13. Τότε ὁ Κύριος ὁ Θεός εἶπε στήν γυναίκα: «Γιατί τό ἔκανες αὐτό;». Καί ἡ γυναίκα εἶπε: «Ὁ ὄφις μέ ἀπάτησε καί ἔφαγα».

14. Καί εἶπε Κύριος ὁ Θεός στόν ὄφι:«Ἐπειδή ἔκανες αὐτό, νά εἶσαι τό πιό καταραμένο ἀπό ὅλα τά ζῶα καί ἀπό ὅλα τά ἄγρια θηρία τῆς γῆς∙ νά σέρνεσαι μέ τό στῆθος καί τήν κοιλιά σου καί νά τρῶς χῶμα σ’ ὅλη σου τήν ζωή.

15. Θά στήσω ἔχθρα μεταξύ σοῦ καί τῆς γυναίκας, μεταξύ τοῦ σπέρματός σου καί τοῦ σπέρματος αὐτῆς. Αὐτός θά σοῦ συντρίψει τήν κεφαλή καί σύ θά κεντήσεις τήν πτέρνα του».

16. Πρός δέ τήν γυναίκα εἶπε: «Θά κάνω πολλές τίς λύπες σου καί τόν στεναγμό σου∙ μέ κόπους νά γεννᾶς παιδιά∙ νά εἶσαι ἐξαρτημένη ἀπό τόν ἄνδρα σου καί αὐτός νά σέ ἐξουσιάζει».

17. Πρός δέ τόν Ἀδάμ εἶπε: «Ἐπειδή ὑπάκουσες στόν λόγο τῆς γυναίκας σου καί ἔφαγες ἀπό τό δένδρο, ἀπό τό ὁποῖο μόνο σέ διέταξα νά μή φᾶς, καταραμένη νά εἶναι ἡ γῆ στά ἔργα σου∙ μέ κόπο νά τρῶς τούς καρπούς της σ’ ὅλη σου τήν ζωή∙

18. ἀγκάθια καί τριβόλια νά σοῦ βλαστήσει καί νά τρῶς τό χορτάρι τοῦ ἀγροῦ∙

19. μέ τόν ἱδρώτα τοῦ προσώπου σου νά τρῶς τό ψωμί σου, μέχρις ὅτου νά ἐπιστρέψεις στήν γῆ, ἀπό τήν ὁποία πλάστηκες, γιατί χῶμα εἶσαι καί στό χῶμα θά ἐπιστρέψεις».

20. Καί κάλεσε ὁ Ἀδάμ τό ὄνομα τῆς γυναίκας του «Ζωή», γιατί αὐτή εἶναι μητέρα ὅλων τῶν ἀνθρώπων.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 19-34)

Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσον. Υἱέ, μὴ παραρρυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾖ ἐπὶ σῷ τραχήλῳ, ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθώς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὐποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς ταὰς ὁδοὺς αὐτῶν. Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)

19. Ὁ Θεός διά τῆς ἐνυποστάτου σοφίας, διά τοῦ Μονογενοῦς δηλαδή Υἱοῦ του, ἔθεσε τά θεμέλια τῆς γῆς καί μέ ἄπειρον σύνεσιν κατεσκεύασε τούς οὐρανούς.

20. Μέ τήν ἄπειρον αὐτοῦ γνῶσιν καί ἀγαθότητα, ἐξεχύθησαν τά ὕδατα τῶν θαλασσῶν καί τῶν ὑπογείων δεξαμενῶν εἰς τήν γῆν, ἀπό δέ τά νέφη ἔρρευσαν δροσερά τά ὕδατα τῶν βροχῶν.

21. Υἱέ μου, πρόσεχε μή παρεκκλίνης ἀπό τόν δρόμον μου καί παρασυρθῆς στόν ὀλισθηρόν κατήφορον τῆς ἀπωλείας. Φύλαξε τήν ἰδικήν μου συμβουλήν καί ὁδηγίαν,

22.  διά νά διατηρηθῆ ἐπί μακρόν χρόνον ἡ ζωή σου εἰς τήν γῆν. Ἡ δέ εὔνοια τοῦ Θεοῦ καί ἡ ἐκτίμησις ἐκ μέρους τῶν ἀνθρώπων, ὡς πολύτιμον κόσμημα θά περιβάλλη τόν τράχηλόν σου. Τότε θά ἔχης ὑγείαν σωματικήν, εὐεξίαν δέ καί ἀναγέννησιν εἰς τά ὀστᾶ σου,

23.  διά νά πορεύεσαι ἔτσι μέ πεποίθησιν καί εἰρήνην εἰς ὅλους τούς δρόμους τῆς ζωῆς σου, τά δέ πόδια σου δέν θά σκοντάπτουν.

24.  Ὅταν θά κάθεσαι κατά τήν ἡμέραν, δέν θά ἔχης κανένα φόβον. Ὅταν δέ κατά τήν νύκτα θά κοιμᾶσαι, ὁ ὕπνος σου θά εἶναι γλυκύς, εἰρηνικός καί ξεκούραστος.

25.  Δέν θά φοβηθῆς ἀπό κάτι, πού ἔρχεται νά σέ τρομάξη, οὔτε ἀπό τάς ἐναντίον σου ἐφορμήσεις καί ἐφόδους τῶν ἀσεβῶν ἀνθρώπων.

26.  Διότι ὁ Κύριος θά εὑρίσκεται εἰς ὅλας τάς πορείας τῆς ζωῆς σου καί θά στερεώση ἀσφαλεῖς τους πόδας σου, ὥστε νά μή κλονισθῆς καί πέσης.

27.  Μή ἀποφύγης, δι' ἔλλειψιν ἀγάπης, νά βοηθήσης τόν πτωχόν, ἐφ' ὅσον ἠμπορεῖ τό χέρι σου νά δώση βοήθειαν.

28.  Ποτέ νά μή τοῦ εἴπης “ξαναέλα αὔριον νά σοῦ δώσω”, ἐφ' ὅσον ἠμπορεῖς νά κάμης τό καλόν ἀμέσως. Διότι δέν γνωρίζεις τί θά παρουσιάση  διά σέ καί δι' ἐκεῖνον ἡ αὐριανή ἡμέρα.

29.  Μή χαλκεύης πονηρά σχέδια καί μηχανορραφίας ἐναντίον τοῦ φίλου σου, πού εἶναι μάλιστα καί γείτονάς σου, καί ἔχει ἐμπιστοσύνην εἰς σέ.

30.  Μή εὐχαριστῆσαι καί μή ἐπιδιώκης ἐχθρότητας ἐναντίον ἄλλων ἀνθρώπων χωρίς λόγον καί αἰτίαν, διά νά μή σοῦ δημιουργήση αὐτή ἡ ἐχθρότης πειρασμούς καί ταλαιπωρίας.

31.  Μή θελήσης νά κάμης ἰδικά σου τά ἐπονείδιστα ἔργα καί ἐλαττώματα τῶν κακῶν ἀνθρώπων. Μηδέ νά ζηλεύσης τάς πορείας τῆς ζωῆς των.

32.  Διότι ἐνώπιόν τοῦ  Κυρίου εἶναι ἀκάθαρτος κάθε παράνομος. Δι’ αὐτό καί δέν εὐχαριστεῖται αὐτός εἰς τήν συντροφιάν τῶν δικαίων.

33.  Ἡ κατάρα τοῦ Θεοῦ εἶναι πάντοτε μέσα εἰς τά μέγαρα τῶν ἀσεβῶν, ἐνῶ τά ἀγροτικά καί πτωχά σπίτια τῶν δικαίων εὐλογοῦνται ἀπό τόν Κύριον.

34.  Ὁ Κύριος ἀντιτάσσεται ἐναντίον τῶν ὑπερηφάνων, εἰς δέ τούς ταπεινούς δίδει τήν εὐμένειαν καί προστασίαν του.

 

 

 

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Ο Μητροπολίτης Δράμας Δωρόθεος στο Φανάρι

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [22/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Ε΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Δ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΣΥΝΑΞΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΝΕΟΥ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή τῶν Βαΐων

Κυριακή τῶν Βαΐων (Ἰωάν. ιβ΄ 1-18) (28.4.2024)   Ἀπό προχθές τήν Παρασκευή τελείωσε ἡ περίοδος τῆς Μεγάλης Σαρακοστῆς, ἡ ὁποία ἀποτελεῖ πνευματική προετοιμασία γιά τό Ἅγιο Πάσχα. Μεσολαβεῖ ἕνα διήμερο, τό ΣαββατοΚύριακο, τό ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

23.04.2024

23 Απριλίου

 971           Νίκη του Στρατού μας υπό τον ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications