Ιερά Μητρόπολις Δράμας

ΤΗΛ.: 25210.32362

e-mail: idiaiterodramas@gmail.com

23/03/2018

23.03.2018 ΠΑΡΑΣΚΕΥΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ ΝΗΣΤΕΙΩΝ

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΒ', 1-18)


Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείρασε τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν, ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἂν σοι εἴπω. Ἀναστὰς δὲ Ἀβραάμ τὸ πρωΐ, ἐπέσαξε τὸν ὄνον αὐτοῦ, παρέλαβε δὲ μεθ' ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπεν Ἀβραὰμ τοῖς παισίν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον, διελευσόμεθα ἕως ᾧδε, καὶ προσκυνήσαντες, ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρας, καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραάμ τὸν πατέρα αὐτοῦ· Πάτερ, ὁ δὲ εἶπε· Τί ἐστι τέκνον; Εἶπε δέ· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ τὸ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων, καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσε αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε, καὶ ἰδού, κριὸς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων, καὶ ἐπορεύθη Ἀβραάμ, καὶ ἔλαβε τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν, ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ, αὐτοῦ. Καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ Οὐρανοῦ, λέγων· Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ ἕνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον, τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

ΕΡΜΗΝΕΙΑ (Μητροπολίτου Γόρτυνος καί Μεγαλοπόλεως κ. Ἰερεμίου)

1.Ὕστερα ἀπό τά γεγονότα αὐτά ὁ Θεός δοκίμασε τόν Ἀβραάμ καί τοῦ εἶπε: «Ἀβραάμ Ἀβραάμ»! Καί ἐκεῖνος ἀπάντησε: «Ἐδῶ εἶμαι»!

2.«Πάρε – τοῦ εἶπε (ὁ Θεός) – τόν ἀγαπητό σου υἱό, αὐτόν πού ἀγαπᾶς, τόν Ἰσαάκ, καί πήγαινε στήν ὀρεινή περιοχή καί πρόσφερέ τον ὁλοκαύτωμα σέ ἕνα ἀπό τά ὄρη, πού θά σοῦ δείξω».

3.Σηκώθηκε ὁ Ἀβραάμ τό πρωί καί σαμάρωσε τήν ὄνο του· πῆρε μαζί του δύο δούλους καί τόν υἱό του Ἰσαάκ καί ἀφοῦ ἔσχισε ξύλα γιά τό ὁλοκαύτωμα ξεκίνησε καί ἔφτασε τήν τρίτη ἡμέρα στόν τόπο πού τοῦ εἶπε ὁ Θεός.

4.Ὕψωσε τά μάτια του καί εἶδε τόν τόπο ἀπό μακρυά.

5.Τότε εἶπε ὁ Ἀβραάμ στούς δούλους του: «Καθίστε ἐδῶ ἐσεῖς μέ τήν ὄνο· ἐγώ δέ καί τό παιδάριο θά προχωρήσουμε μέχρι ἐκεῖ· θά προσκυνήσουμε καί θά ξαναγυρίσουμε σέ σᾶς».

6.Ἔπειτα πῆρε τά ξύλα γιά τό ὁλοκαύτωμα καί τά φόρτωσε στόν υἱό του Ἰσαάκ· πῆρε δέ ὁ ἴδιος στά χέρια του τήν φωτιά καί τό μαχαίρι καί πῆγαν καί οἱ δυό μαζί.

7.Τότε εἶπε ὁ Ἰσαάκ στόν πατέρα του Ἀβραάμ: «Πατέρα!» – «Τί εἶναι, παιδί μου;», ἀπάντησε ἐκεῖνος. – «Νά ἡ φωτιά καί τά ξύλα – εἶπε ὁ Ἰσαάκ – ἀλλά ποῦ εἶναι τό πρόβατο γιά τό ὁλοκαύτωμα;».

8.– «Ὁ Θεός, παιδί μου, θά φροντίσει μόνος Του γιά πρόβατο γιά τό ὁλοκαύτωμα», εἶπε ὁ Ἀβραάμ. Καί βαδίζοντας καί οἱ δυό μαζί

9.ἔφτασαν στόν τόπο πού τοῦ εἶπε ὁ Θεός· καί ὁ Ἀβραάμ ἔστησε ἐκεῖ τό θυσιαστήριο, τακτοποίησε τά ξύλα καί ἀφοῦ ἔδεσε τόν Ἰσαάκ, τό παιδί του, τόν ἔβαλε στό θυσιαστήριο ἐπάνω στά ξύλα.

10.Τότε ἅπλωσε ὁ Ἀβραάμ τό χέρι του νά πάρει τό μαχαίρι γιά νά σφάξει τό παιδί του.

11.Ἀλλά τοῦ φώναξε ἀπό τόν οὐρανό Ἄγ­γελος Κυρίου καί τοῦ εἶπε: «Ἀβραάμ, Ἀ­βραάμ»! – «Ἰδού ἐγώ», ἀπάντησε ἐκεῖνος.

12.Καί τοῦ εἶπε: «Μή βάλεις τό χέρι σου στό παιδάριο καί μήν τοῦ κάνεις κανένα κακό· τώρα γνώρισα ὅτι φοβᾶσαι τόν Θεό, ἐπειδή δέν λυπήθηκες τόν ἀγαπητό σου υἱό γιά Μένα».

13.Τότε ὁ Ἀβραάμ σήκωσε τά μάτια του καί εἶδε ἕναν κριό πιασμένο ἀπό τά κέρατά του στό φυτό Σαβέκ. Πῆγε, πῆρε τόν κριό καί τόν πρόσφερε γιά ὁλοκαύτωμα ἀντί τοῦ Ἰσαάκ τοῦ υἱοῦ του.

14.Καί κάλεσε ὁ Ἀβραάμ τό ὄνομα τοῦ τόπου ἐκείνου, «Ὁ Κύριος εἶδε», καί σήμερα λένε, «Στό ὄρος ὁ Κύριος φανερώθηκε».

15.Καί ὁ Ἄγγελος Κυρίου φώναξε γιά δεύτερη φορά ἀπό τόν οὐρανό τόν Ἀβραάμ καί τοῦ εἶπε:

16.«Ὁρκίζομαι στόν ἑαυτό μου, λέει ὁ Κύριος, ὅτι, ἐπειδή ἔκανες αὐτό καί δέν λυπήθηκες γιά Μένα τόν ἀγαπητό σου υἱό,

17.ἐξάπαντος θά σέ εὐλογήσω καί θά πληθύνω τούς ἀπογόνους σου, σάν τά ἄστρα τοῦ οὐρανοῦ καί σάν τήν ἄμμο τῆς παραλίας  καί θά κυριαρχήσουν οἱ ἀπόγονοί σου τίς πόλεις τῶν ἐχθρῶν τους·

18.καί θά εὐλογηθοῦν διά τοῦ σπέρματός σου ὅλα τά ἔθνη τῆς γῆς, γιατί ὑπάκουσες στόν λόγο μου».

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΖ', 17 - ΙΗ' 5)


Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῶ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων πῦρ θησαυρίζει. Φιλαμαρτήμων χαίρει μάχαις, ὑψῶν δὲ θύραν αὐτοῦ, ζητεῖ συντριβήν, ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Ἀνήρ εὐμετάβολος γλώσσῃ, ἐμπεσεῖται εἰς κακά, καρδία δὲ ἄφρονος, ὀδύνη τῷ κεκτημένῳ αὐτήν, οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται ὀστᾶ. Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις, οὐ κατευοδοῦνται αἱ ὁδοί, ἀσεβής δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. Πρόσωπον συνετόν, ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς. Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων, μακρόθυμος δὲ ἀνήρ, φρόνιμος. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται, ἐννεὸν δἐ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδῶν, καὶ πηγὴ ζωῆς, θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)

17. Εἰς τάς ἀνάγκας καί περιπετείας τῆς ζωῆς ἄς σοῦ εἶναι χρήσιμοι καί βοηθοί οἱ ἀδελφοί σου, διότι δί' αὐτόν τόν σκοπόν γεννῶνται.

18. Ὁ ἄμυαλος ἄνθρωπος καμαρώνει καί χειροκροτεῖ τόν ἑαυτόν του καί μένει εὐχαριστημένος ἀπό τόν ἑαυτόν του, ὅπως ἀκριβῶς καί ἐκεῖνος ὁ ὁποῖος ἐπιπολαίως σκεπτόμενος δίδει ἐγγύησιν διά τούς φίλους του.

19. Ὅποιος ἀγαπᾶ τάς ἁμαρτίας, χαίρει εἰς τάς ἔριδας καί τάς φιλονεικίας. Ἐκεῖνος πού διά λόγους ἐπιδείξεως κατασκευάζει ὑψηλόν καί ἀρχοντικόν τό σπίτι του, ἐπιζητεῖ μόνος τήν συντριβήν του.

20. Ὁ σκληρόκαρδος καί ἀμετανόητος δέν θέλει νά συναντᾶται μέ τούς ἀγαθούς ἀνθρώπους. Ἄνθρωπος ἀσταθής εἰς τά λόγια του, αὐτός πού λέγει καί ξελέγει, θά περιπέση εἰς πολλά κακά.

21. Ἡ καρδία τοῦ ἄφρονος φέρει πόνους καί θλίψεις εἰς αὐτόν τόν ἴδιον, πού τήν ἔχει. Ὁ πατέρας δέν εὐχαριστεῖται καί δέν χαίρει διά τόν ἀμόρφωτον καί ἀγροῖκον υἱόν του. Ἐξ ἀντιθέτου ὁ φρόνιμος καί συνετός υἱός εὐφραίνει καί χαροποιεῖ τήν μητέρα του.

22. Ὅταν ἡ καρδία εὐφραίνεται, ὁ ὅλος ἄνθρωπος αἰσθάνεται εὐεξίαν. Ἐξ ἀντιθέτου ὅταν ὁ ἄνθρωπος εὑρίσκεται ὑπό τό κράτος συνεχοῦς λύπης, αἰσθάνεται νά ξηραίνωνται τά ὀστᾶ του.

23. Ὅταν κάποιος παίρνη κρυφίως δῶρα, διά νά ἀδικήση τόν δίκαιον, δέν θά κατευοδωθοῦν αἱ πορεῖαι τῆς ζωῆς του. Ὁ δέ ἀσεβής ξεφεύγει καί παρεκτρέπεται, ἐπί ζημία τοῦ ἑαυτοῦ του, ἀπό τάς ὁδούς τῆς δικαιοσύνης καί τῆς εὐθυκρισίας.

24. Τό πρόσωπον τοῦ σοφοῦ ἀνθρώπου ἐκφράζει σύνεσιν καί συστολήν, ἐνῶ τά μάτια τοῦ ἄφρονος γυρίζουν ἀπερίσκεπτα πρός ὅλα τά σημεῖα τῆς γῆς.

25. Τήν ὀργήν τοῦ πατρός προκαλεῖ καί ἐξεγείρει ὁ ἀσύνετος νέος, καί ὀδύνην ἐπιφέρει εἰς τήν γεννήσασαν αὐτόν μητέρα.

26. Δέν εἶναι καθόλου καλόν νά ἐπιβάλλωνται πρόστιμα στόν ἄνδρα, ὁ ὁποῖος ἔχει τό δίκαιον μέ τό μέρος του. Οὔτε εἶναι πρέπον καί ἐπιτετραμμένον νά ἐπιβουλεύεται κανείς δικαίους ἄρχοντας.

27. Ἐκεῖνος, ὁ ὁποῖος προσέχει νά μή βγάζη ἀπό τό στόμα του λόγια δηκτικά καί προσβλητικά, εἶναι συνετός καί γνωστικός ἄνθρωπος. Ὁ ὑπομονητικός καί πράος εἶναι ἄνθρωπος φρόνιμος.

28. Καί αὐτός ἀκόμη ὁ ἀμόρφωτος, ὅταν ἐρωτᾶ τούς σοφούς διά νά μάθη κάτι, θά φαίνεται καί θά θεωρῆται φρόνιμος καί σοφός. Ἀλλά καί ἐκεῖνος ὁ ὁποῖος θά σιωπᾶ καί θά κάμνη τόν βωβόν, θά θεωρηθῆ ἀπό τούς ἄλλους ἐπίσης φρόνιμος, χωρίς ὅμως καί νά εἶναι.  

1. Προφάσεις ζητεῖ ἐκεῖνος, ὁ ὁποῖος θέλει καί ἐπιδιώκει νά χωρισθῆ ἀπό τούς φίλους του. Αὐτός ὅμως θά εἶναι πάντοτε ἄξιος κατακρίσεως καί χλευασμοῦ.

2. Ὁ ἀσύνετος καί ἄμυαλος ἄνθρωπος, σκοτισμένος ἀπό τόν ἐγωϊσμόν του, δέν αἰσθάνεται τήν ἀνάγκην νά συμβουλευθῆ σοφούς. Δι' αὐτό καί σύρεται τῆδε κακεῖσε ἀπό τήν ἀμυαλωσύνην του.

3. Ὅταν ὁ ἀσεβής καί χωρίς φόβον Θεοῦ ἄνθρωπος πάρη τόν κατήφορον καί ὀλισθήση εἰς βάθος κακῶν, ἀναίσχυντος πλέον καί πωρωμένος καταφρονεῖ τούς πάντας. Δία τοῦτο ἐπέρχεται ἐναντίον τοῦ ὁ ἐξευτελισμός καί ἡ καταισχύνη.

4. Ὁ λόγος, πού ἀναβλύζει ἀπό τήν καρδίαν τοῦ συνετοῦ ἀνθρώπου, εἶναι τόσον βαθύς καί ὠφέλιμος, ὅπως τό ἀνεξάντλητον ὕδωρ ἑνός βαθέος φρέατος. Ποταμός δέ ἀναβλύζει ἀπό τήν ψυχήν του καί πηγή ὕδατος ζωῆς ἀπό τό στόμα του.

5. Τό νά θαυμάζη κανείς τό πρόσωπον καί τήν ζωήν τοῦ ἀσεβοῦς δέν εἶναι ὀρθόν· οὔτε δέ καί εἶναι πρέπον καί σύμφωνον πρός τό θέλημα τοῦ Θεοῦ νά διαστρέφη κανείς τό δίκαιον κατά τήν ὥραν τῆς δίκης.

Ο καιρός σήμερα και πρόγνωση καιρού για τις επόμενες μέρες

ΕΠΙΚΑΙΡΟΤΗΤΑ

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Ε΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [15/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Δ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΣΥΝΑΞΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΝΕΟΥ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [08/04/2024]

ΟΜΙΛΙΑ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Γ ΄ ΚΥΡΙΑΚΗΣ ΝΗΣΤΕΙΩΝ

Δελτία Τύπου -Ἀνακοινώσεις - Νέα [01/04/2024]

ΑΝΑΓΝΩΣΜΑΤΑ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΟΣ (κείμενο & ερμηνεία)

20.04.2024 ΣΑΒΒΑΤΟΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου  9:1-7 Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ... περισσότερα

ΕΥΑΓΓΕΛΙΟ (κείμενο & ερμηνεία)

20.04.2024 ΣΑΒΒΑΤΟΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

Ἐκ τοῦ κατὰ Λουκᾶν α΄ 39 - 49, 56 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς ... περισσότερα

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή Ε΄ Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας)

Κυριακή Ε΄ Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας) (Μάρκ. ι΄ 32-45) (21.4.2024)   Σήμερα, Πέμπτη Κυριακή τῶν Νηστειῶν, ἡ Ἐκκλησία μας προβάλλει τό παράδειγμα μετάνοιας μιᾶς γυναίκας, τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας. Ὁμιλοῦμε γιά ... περισσότερα

ΣΑΝ ΣΗΜΕΡΑ

20.04.2024

20 Απριλίου

1453          Ο πλοίαρχος Φλαντανέλλας, διασπώντας τον τουρκικό ... περισσότερα

Copyright 2015 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΔΡΑΜΑΣ
powered by webApplications